Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.162 Joseph. AJ 7.166 (English) >>Joseph. AJ 7.169

7.164δῆλος δὲ γίνεται ταῦτα πάσχων Ἰωνάθῃ τινὶ συγγενεῖ καὶ φίλῳ· συνετὸς δʼ ἦν οὗτος ἐν τοῖς μάλιστα καὶ τὴν διάνοιαν ὀξύς. ὁρῶν οὖν καθʼ ἑκάστην πρωίαν τὸν Ἀμνῶνα μὴ κατὰ φύσιν ἔχοντα τῷ σώματι προσελθὼν ἠρώτα φράσαι τὴν αἰτίαν αὐτῷ, εἰκάζειν μέντοι γε οὕτως ἔλεγεν ἐξ ἐρωτικῆς αὐτὸν ἔχειν ἐπιθυμίας. 7.165τοῦ δὲ Ἀμνῶνος ὁμολογήσαντος τὸ πάθος ὅτι τῆς ἀδελφῆς ἐρᾷ τυγχανούσης ὁμοπατρίας, ὁδὸν αὐτῷ καὶ μηχανὴν εἰς τὸ περιγενέσθαι τῶν εὐκταίων ὑπέθετο· νόσον γὰρ ὑποκρίνασθαι παρῄνεσεν, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν πατέρα πέμψαι τὴν ἀδελφὴν αὐτῷ διακονησομένην ἐκέλευσε παρακαλέσαι· ῥᾴω γὰρ ἔσεσθαι καὶ ταχέως ἀπαλλαγήσεσθαι τῆς νόσου τούτου γενομένου. 7.166πεσὼν οὖν Ἀμνὼν ἐπὶ τὴν κλίνην νοσεῖν προσεποιήσατο κατὰ τὰς Ἰωνάθου ὑποθήκας. παραγενομένου δὲ τοῦ πατρὸς καὶ σκεπτομένου πῶς ἔχοι, τὴν ἀδελφὴν ἐδεῖτο πέμψαι πρὸς αὐτόν· δʼ εὐθὺς ἐκέλευσεν ἀχθῆναι. ἡκούσῃ δὲ προσέταξεν ἄρτους αὐτῷ ποιῆσαι τηγανιστοὺς αὐτουργῷ γενομένῃ· προσοίσεσθαι γὰρ ἥδιον ἐκ τῶν ἐκείνης χειρῶν. 7.167 δʼ ἐμβλέποντος τἀδελφοῦ φυράσασα τὸ ἄλευρον καὶ πλάσασα κολλυρίδας καὶ τηγανίσασα προσήνεγκεν αὐτῷ· δὲ τότε μὲν οὐκ ἐγεύσατο, προσέταξε δὲ τοῖς οἰκέταις παραιτήσασθαι πάντας πρὸ τοῦ δωματίου· βούλεσθαι γὰρ ἀναπαύσασθαι θορύβου καὶ ταραχῆς ἀπηλλαγμένος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.162 Joseph. AJ 7.166 (English) >>Joseph. AJ 7.169

Powered by PhiloLogic